Τεφλόν | νέο ποιητικό σκεύος

23/11/2009

Λευιτικόν ΙΕ΄:19-33

Filed under: Αφορμές,Τεύχος Δύο — kyokokishida @ 6:53 μμ


19 Καὶ γυνή, ἥτις ἐὰν ᾖ ρέουσα αἵματι, καὶ ἔσται ἡ ρύσις αὐτῆς ἐν τῷ σώματι αὐτῆς, ἑπτὰ ἡμέρας ἔσται ἐν τῇ ἀφέδρῳ αὐτῆς· πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται ἕως ἑσπέρας, 20 καὶ πᾶν, ἐφ᾿ ὃ ἐὰν κοιτάζηται ἐπ᾿ αὐτὸ ἐν τῇ ἀφέδρῳ αὐτῆς, ἀκάθαρτον ἔσται. καὶ πᾶν ἐφ᾿ ὃ ἐὰν ἐπικαθίσῃ ἐπ᾿ αὐτό, ἀκάθαρτον ἔσται. 21 καὶ πᾶς ὃς ἐὰν ἅψηται τῆς κοίτης αὐτῆς, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται τὸ σῶμα αὐτοῦ ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 22 καὶ πᾶς ὁ ἁπτόμενος παντὸς σκεύους, οὗ ἐὰν καθίσῃ ἐπ᾿ αὐτό, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ, καὶ λούσεται ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 23 ἐὰν δὲ ἐν τῇ κοίτῃ αὐτῆς οὔσης, ἢ ἐπὶ τοῦ σκεύους, οὗ ἐὰν καθίσῃ ἐπ᾿ αὐτῷ ἐν τῷ ἅπτεσθαι αὐτὸν αὐτῆς, ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 24 ἐὰν δὲ κοίτῃ κοιμηθῇ τις μετ᾿ αὐτῆς καὶ γένηται ἡ ἀκαθαρσία αὐτῆς ἐπ᾿ αὐτῷ, ἀκάθαρτος ἔσται ἑπτὰ ἡμέρας. καὶ πᾶσα κοίτη, ἐφ᾿ ᾗ ἂν κοιμηθῇ ἐπ᾿ αὐτῇ, ἀκάθαρτος ἔσται.

25 Καὶ γυνὴ ἐὰν ρέῃ ρύσει αἵματος ἡμέρας πλείους, οὐκ ἐν καιρῷ τῆς ἀφέδρου αὐτῆς, ἐὰν καὶ ρέῃ μετὰ τὴν ἄφεδρον αὐτῆς, πᾶσαι αἱ ἡμέραι ρύσεως ἀκαθαρσίας αὐτῆς, καθάπερ αἱ ἡμέραι τῆς ἀφέδρου αὐτῆς, ἔσται ἀκάθαρτος. 26 καὶ πᾶσα κοίτη, ἐφ᾿ ἧς ἐὰν κοιμηθῇ ἐπ᾿ αὐτῆς πάσας τὰς ἡμέρας τῆς ρύσεως, κατὰ τὴν κοίτην τῆς ἀφέδρου ἔσται αὐτῇ, καὶ πᾶν σκεῦος, ἐφ᾿ ὃ ἐὰν καθίσῃ ἐπ᾿ αὐτό, ἀκάθαρτον ἔσται κατὰ τὴν ἀκαθαρσίαν τῆς ἀφέδρου. 27 πᾶς ὁ ἁπτόμενος αὐτῆς ἀκάθαρτος ἔσται, καὶ πλυνεῖ τὰ ἱμάτια καὶ λούσεται τὸ σῶμα ὕδατι καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. 28 ἐὰν δὲ καθαρισθῇ ἀπὸ τῆς ρύσεως, καὶ ἐξαριθμήσεται αὐτῇ ἑπτὰ ἡμέρας καὶ μετὰ ταῦτα καθαρισθήσεται. 29 καὶ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ λήψεται αὕτη δύο τρυγόνας, ἢ δύο νεοσσοὺς περιστερῶν, καὶ οἴσει αὐτὰ πρὸς τὸν ἱερέα ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. 30 καὶ ποιήσει ὁ ἱερεὺς τὴν μίαν περὶ ἁμαρτίας καὶ τὴν μίαν εἰς ὁλοκαύτωμα. καὶ ἐξιλάσεται περὶ αὐτῆς ὁ ἱερεὺς ἔναντι Κυρίου ἀπὸ ρύσεως ἀκαθαρσίας αὐτῆς.

31 Καὶ εὐλαβεῖς ποιήσεται τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ τῶν ἀκαθαρσιῶν αὐτῶν, καὶ οὐκ ἀποθανοῦνται διὰ τὴν ἀκαθαρσίαν αὐτῶν ἐν τῷ μιαίνειν αὐτοὺς τὴν σκηνήν μου τὴν ἐν αὐτοῖς. 32 οὗτος ὁ νόμος τοῦ γονορρυοῦς. καὶ ἐάν τινι ἐξέλθῃ ἐξ αὐτοῦ κοίτη σπέρματος, ὥστε μιανθῆναι ἐν αὐτῇ, 33 καὶ τῇ αἱμορροούσῃ ἐν τῇ ἀφέδρῳ αὐτῆς, καὶ ὁ γονορρυὴς ἐν τῇ ρύσει αὐτοῦ, τῷ ἄρσενι ἢ τῇ θηλείᾳ, καὶ τῷ ἀνδρί, ὃς ἐὰν κοιμηθῇ μετὰ ἀποκαθημένης.

Advertisements

Σχολιάστε »

Δεν υπάρχουν σχόλια.

RSS feed for comments on this post. TrackBack URI

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση / Αλλαγή )

Φωτογραφία Google+

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google+. Αποσύνδεση / Αλλαγή )

Σύνδεση με %s

Δημιουργήστε ένα δωρεάν ιστότοπο ή ιστολόγιο στο WordPress.com.

Αρέσει σε %d bloggers: